Шрифт:
Интервал:
Закладка:
4. ᾿Εγὼ µὲν οὖν ᾤµην, ἐπειδὴ ἅπαξ τὸ κενούµενον ὡµολόγηται, ῥᾷστόν τε ἤδη καὶ ἑτοιµότατόν ἐστιν τεµεῖν τὴν φλέβα· καὶ γὰρ ἂν τάχιστα οὕτω καὶ αὐτὰς µόνας τὰς φλεγµονὰς ἐξεκενώσαµεν, ὡς αἵ γε ἀσιτίαι πρὸς τῷ χρόνου δεῖσθαι µακροῦ καὶ ὅλην τὴν ἕξιν κενοῦσιν ὁµοίως· τὸ δὲ οὐ χρή. τί γὰρ ἄν τις κενοίη τὸ µὴ δεόµενον κενώσεως ἢ τί τὰς σάρκας ἐκτήκοι, παρὸν ἀποχεῖν τοῦ αἵµατος; ἵνα τἄλλα ὅσα ταῖς µακραῖς ἀσιτίαις ἐξ ἀνάγκης ἕπεται κακὰ παραλείπω, τήν τε δύναµιν κάµνουσαν καὶ τοὺς χυµοὺς ἐπὶ τὸ χολῶδες καὶ πικρὸν τρεποµένους καὶ καρδιωγµοὺς πολλοὺς καὶ ἄσην καὶ διαχώρηµα ἰσχόµενον, καὶ πάνθ’ ἁπλῶς τὰ περιττώµατα δριµύτερα γιγνόµενα, ὧν οὐδὲν ὁ ᾿Ερασίστρατος ἰδὼν, ὥσπερ οἱ τυφλοὶ, λείας ὁδοῦ καὶ πλατείας καὶ εὐθείας ἐγγὺς οὔσης πολλάκις στενὴν καὶ τραχεῖαν καὶ µακρὰν ἑλόµενοι περιέρχονται· καὶ αὐτὸς οὕτω παρακειµένην ὁδὸν σύντοµον ἱκανῶς καὶ ἄλυπον παριδὼν ἐπὶ µοχθηρὰν καὶ µακρὰν ἐλήλυθεν, τοῦτο µόνον θεασάµενος, εἰ ἐφ’ ὃ βούλεται ἄγει αὐτὸν ἡ ὁδὸς, οὐκ ἔτι δὲ εἰ ταχέως καὶ ἀλύπως. ἄγει µὲν γὰρ ἐπὶ τὴν τοῦ πλήθους κένωσιν καὶ ἡ ἀσιτία, σύµφηµι τοῦτο, ἀλλ’ ἐν χρόνῳ τε µακρῷ σὺν τῷ λυπῆσαι πολλά. καὶ ὅµως τηλικοῦτον βοήθηµα παραλιπὼν ὁ σοφὸς ᾿Ερασίστρατος, ὃν ἀξιοῦσί τινες ῾Ιπποκράτει παραβάλλειν, οὐκ αἰδεῖται µηδὲν πιθανόν τι καὶ εὔλογον, ἀλλ’ ἀποµνηµονεύσας ὥσπερ τινὸς τῶν φαυλοτάτων τε καὶ οὐδενὸς ἀξίων. ἀλλ’ οὐχ ῾Ιπποκράτης, ὦ ᾿Ερασίστρατε, µηδέν τι χείρων ἰατρός σου περὶ φλεβοτοµίας οὕτως ἐπεγίνωσκεν· ἀλλ’ ἃ σὺ θαυµάζεις λόγῳ, ταῦτ’ ἔργῳ ποιῶν εὑρίσκεται. θαυµάζεις µὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅµα καὶ προνοητικὴν τοῦ ζώου, µιµῇ δ’ αὐτὴν οὐδαµοῦ· ἢ διὰ τί πολλάκις ἰδὼν αἵµατος κενώσει τὴν φύσιν ἰασαµένην πολλὰ νοσήµατα, τοῦτο οὐδ’ ἐφ’ ἑνὸς ἔπραξας οὐδὲ πώποτε; τί δὲ σιγᾷς τὰ τῆς φύσεως ἔργα, ἣν ἐπαινεῖς; διὰ τί παρὰ µὲν ῾Ιπποκράτει πολλὰ τοιαῦτα εὑρίσκων γεγραµµένα, Γυναικὶ αἷµα ἐµεούσῃ τῶν καταµηνίων ῥαγέντων λύσις· ἀπὸ χολῆς µελαίνης εἰς ὅµοιον αἱµοῤῥοΐδες· αἱµοῤῥαγίαι λαῦροι τὰ πολλὰ ῥύονται ἐκ ῥινῶν· παρὰ σοὶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ἄχρι λόγου µόνου ἐπαινουµένη ἡ φύσις, ἔργον δ’ οὐδὲν οὐδαµοῦ φύσεως γεγραµµένον; ἤρκει µοι τὰ τῆς φύσεως µόνης ἔργα µαθεῖν· ἱκανὸς ἂν ἦν ἐκ τούτου ὁρµώµενος εὑρίσκειν τὸ δέον. ἆρά µοι συγχωρήσουσιν οἱ θαυµάζοντές σε τὸ παριστάµενον εἰπεῖν, ἢ παντάπασιν ἀνόητός µοι δοκεῖς εἶναι ἢ µικρὰ τοῖς τῆς φύσεως ἔργοις ὡµιληκέναι. τὸ γὰρ ἢ µηδ’ ὅλως γινώσκειν αὐτὰ ἢ µὴ ζηλοῦν γινώσκοντα θατέρῳ τοῖν δυοῖν ἔνοχόν ἐστιν· ἢ γὰρ ἐν οἴκῳ τινὶ καθειργµένος ἔγραφες ταῦτα, µηδένα µηδεπώποτε θεασάµενος ἄῤῥωστον· ὅθεν εἰκότως ἀγνοεῖς τὰ τῆς φύσεως ἔργα, ἐθαύµασας µὲν ἀεὶ οὐκέτ’ ἐµιµήσω δεύτερον ἐσχάτως ἀνόητος. εἶτ’ εἰ τοίνυν γράφειν ἐπιχειρεῖς, τὸν νόµον τοῦ γράφειν ὑπερβάς. ἐχρῆν σε πρῶτον γράψαι µοι τὰ τῆς φύσεως ἔργα, δεύτερον δ’ ἐξηγήσασθαι, τινα µὲν ὁλοκλήρως καὶ ἀπηρτισµένως τοῖς οἰκείοις λόγοις κινουµένη δρᾷ, τίνα δ’ ἐλλιπῶς ὑπὸ τῶν κατὰ τὰς νόσους αἰτιῶν κωλυοµένη. ὁδὸς γὰρ αὕτη πρὸς εὕρεσιν ἰαµάτων, ἵνα ἐκµαθὼν τὰ καλῶς ὑπ’ αὐτῆς ἀποτελούµενα τούτοις ἐπικουρεῖν δύνωµαι, τὸ λεῖπον προστιθείς· ἢ µηδ’ ὅλως κινουµένης, καὶ γὰρ καὶ τοῦτό
- Особенности личностного и семейного функционирования родственников наркозависимых - Виктор Викторович Бочаров - Медицина / Психология
- Практическое гомеопатическое лекарствоведение. Дополнения - Жильбер Шаретт - Медицина
- Энергетическая медицина - Донна Иден - Медицина
- Песнь клетки. Медицинские исследования и новый человек - Сиддхартха Мукерджи - Зарубежная образовательная литература / Здоровье / Медицина
- Оптимизация постнагрузочного восстановления спортсменов (методология и частные технологии) - Галина Макарова - Медицина
- Пестрые рассказы - Клавдий Элиан - Античная литература
- Тибетская медицина: единство тела, разума и духа. О болезнях ветра, желчи и слизи - Светлана Чойжинимаева - Медицина
- Одна медицина. Как понимание жизни животных помогает лечить человеческие заболевания - Мэтт Морган - Биографии и Мемуары / Зарубежная образовательная литература / Медицина / Прочая научная литература
- Российская психология в пространстве мировой науки - Ирина Анатольевна Мироненко - Прочая научная литература / Психология / Науки: разное
- Судебно-медицинская деятельность в уголовном судопроизводстве - Вячеслав Попов - Медицина